Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.38 Dem. 45.41 (English) >>Dem. 45.44

45.40ἵνα τοίνυν, ἄνδρες Ἀθηναῖοι, μὴ μόνον ἐξ ὧν ἐγὼ κατηγορῶ καὶ ἐλέγχω, δῆλος ὑμῖν γένηται τὰ ψευδῆ μεμαρτυρηκὼς οὑτοσὶ Στέφανος, ἀλλὰ καὶ ἐξ ὧν πεποίηκεν παρασχόμενος αὐτόν, τὰ πεπραγμένʼ ἐκείνῳ βούλομαι πρὸς ὑμᾶς εἰπεῖν. ὅπερ δʼ εἶπον ἀρχόμενος τοῦ λόγου, δείξω κατηγόρους γιγνομένους αὐτοὺς ἑαυτῶν. τὴν γὰρ δίκην, ἐν ταῦτʼ ἐμαρτυρήθη, παρεγράψατο Φορμίων πρὸς ἐμὲ μὴ εἰσαγώγιμον εἶναι, ὡς ἀφέντος ἐμοῦ τῶν ἐγκλημάτων αὐτόν. 45.41τοῦτο τοίνυν ἐγὼ μὲν οἶδα ψεῦδος ὄν, καὶ ἐλέγξω δέ, ὅταν εἰσίω πρὸς τοὺς ταῦτα μεμαρτυρηκότας· τούτῳ δʼ οὐχ οἷόν τε τοῦτʼ εἰπεῖν. εἰ τοίνυν ἀληθῆ πιστεύσαιτʼ εἶναι τὴν ἄφεσιν, οὕτω καὶ μάλιστʼ ἂν οὗτος φανείη ψευδῆ μεμαρτυρηκὼς καὶ κατεσκευασμένης διαθήκης μάρτυς γεγονώς. τίς γὰρ οὕτως ἄφρων ὥστʼ ἄφεσιν μὲν ἐναντίον μαρτύρων ποιήσασθαι τοῦ βεβαίαν αὑτῷ τὴν ἀπαλλαγὴν εἶναι, τὰς δὲ συνθήκας καὶ τὰς διαθήκας καὶ τἄλλα, ὑπὲρ ὧν ἐποιεῖτο τὴν ἄφεσιν, σεσημασμένʼ ἐᾶσαι καθʼ αὑτοῦ κεῖσθαι; 45.42οὐκοῦν ἐναντία μὲν παραγραφὴ πᾶσι τοῖς μεμαρτυρημένοις, ἐναντία δʼ ἣν ἀνέγνων ὑμῖν ἄρτι μίσθωσιν, τῇδε τῇ διαθήκῃ· οὐδὲν δὲ τῶν πεπραγμένων οὔτʼ εὔλογον οὔθʼ ἁπλοῦν οὔθʼ ὁμολογούμενον αὐτὸ ἑαυτῷ φαίνεται. ἐκ δὲ τούτου τοῦ τρόπου πάντα πεπλασμένα καὶ κατεσκευασμένʼ ἐλέγχεται.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.38 Dem. 45.41 (English) >>Dem. 45.44

Powered by PhiloLogic